Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.193 Joseph. AJ 7.198 (English) >>Joseph. AJ 7.202

7.196τούτοις δημαγωγῶν τὸ πλῆθος ὡς βεβαίαν ἤδη τὴν παρὰ τῶν ὄχλων εὔνοιαν ἐνόμιζε, μετὰ δὲ τὴν τοῦ πατρὸς αὐτοῦ καταλλαγὴν τεσσάρων ἐτῶν ἤδη διεληλυθότων, ἐδεῖτο προσελθὼν εἰς Γιβρῶνα συγχωρῆσαι πορευθέντι θυσίαν ἀποδοῦναι τῷ θεῷ· φεύγοντα γὰρ αὐτὸν εὔξασθαι. τοῦ δὲ Δαυίδου τὴν ἀξίωσιν ἐφέντος πορεύεται, καὶ πολὺς ἐπισυνέρρευσεν ὄχλος ἐπὶ πολλοὺς αὐτοῦ διαπέμψαντος. 7.197

Παρῆν δὲ καὶ Δαυίδου σύμβουλος Γελμωναῖος Ἀχιτόφελος καὶ διακόσιοί τινες ἐξ αὐτῶν Ἱεροσολύμων οὐκ εἰδότες μὲν τὴν ἐπιχείρησιν, ὡς δʼ ἐπὶ θυσίαν μετεσταλμένοι· καὶ βασιλεὺς ὑπὸ πάντων ἀποδείκνυται τοῦτο γενέσθαι στρατηγήσας. 7.198ὡς δʼ ἀπηγγέλη ταῦτα Δαυίδῃ καὶ παρʼ ἐλπίδας αὐτῷ τὰ παρὰ τοῦ παιδὸς ἠκούσθη, δείσας ἅμα καὶ τῆς ἀσεβείας καὶ τῆς τόλμης αὐτὸν θαυμάσας, ὅτι μηδὲ τῆς ἐπὶ τοῖς ἡμαρτημένοις συγγνώμης ἐμνημόνευσεν, ἀλλʼ ἐκείνων πολὺ χείροσι καὶ παρανομωτέροις ἐπεβάλετο βασιλείᾳ πρῶτον μὲν ὑπὸ θεοῦ οὐ δεδομένῃ, δεύτερον δὲ ἐπʼ ἀφαιρέσει τοῦ γεγεννηκότος, ἔγνω φεύγειν εἰς τὰ πέραν τοῦ Ἰορδάνου. 7.199καὶ συγκαλέσας τῶν φίλων τοὺς ἐπιτηδειοτάτους καὶ περὶ τῆς τοῦ παιδὸς ἀπονοίας κοινολογησάμενος αὐτοῖς καὶ περὶ πάντων ἐπιτρέψας κριτῇ τῷ θεῷ, καταλιπὼν τὰ βασίλεια φυλάσσειν δέκα παλλακίσιν ἀπῆρεν ἐκ τῶν Ἱεροσολύμων, τοῦ τε ἄλλου πλήθους αὐτῷ συνεξορμήσαντος καὶ τῶν ἑξακοσίων ὁπλιτῶν, οἳ καὶ τῆς πρώτης φυγῆς ἐκοινώνουν, ὅτʼ ἔζη Σαοῦλος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.193 Joseph. AJ 7.198 (English) >>Joseph. AJ 7.202

Powered by PhiloLogic